# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.5.3

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.5.3

Κλοίλιος μὲν δὴ πρὶν ἢ γενναῖον ἀποδείξασθαί τι τοιαύτης τελευτῆς ἔτυχεν, εἰς δὲ τὸν ἐκείνου τόπον ἀποδείκνυται στρατηγὸς αὐτοκράτωρ ὑπὸ τῶν ἐπὶ στρατοπέδου Μέττιος Φουφέττιος, ἀνὴρ οὔτε πολέμου ἡγεμὼν ἱκανὸς οὔτε εἰρήνης βέβαιος φύλαξ, ὃς οὐδενὸς ἧττον Ἀλβανῶν πρόθυμος ὢν κατʼ ἀρχὰς διαστῆσαι τὰς πόλεις καὶ διὰ τοῦτο τῆς ἀρχῆς μετὰ τὸν Κλοιλίου θάνατον ἀξιωθείς, ἐπειδὴ τῆς ἡγεμονίας ἔτυχε καὶ ὅσα ἦν ἐν τοῖς πράγμασι δυσχερῆ καὶ ἄπορα συνεῖδεν, οὐκέτι διέμεινεν ἐπὶ τοῖς αὐτοῖς βουλεύμασιν, ἀλλʼ εἰς ἀναβολὰς καὶ διατριβὰς ἄγειν ἠξίου τὰ πράγματα ὁρῶν οὔτε τοὺς Ἀλβανοὺς ἅπαντας ὁμοίαν ἔχοντας ἔτι προθυμίαν πρὸς πόλεμον οὔτε τὰ σφάγια ὁπότε θύοιτο περὶ μάχης καλὰ γινόμενα·

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
