Ancient Greek · ~1 min
Book 3, Chapter 50
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.50.1
Not analysed yet
τὰ δʼ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο. καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις· στρατεύσαντος δʼ ἐπʼ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς.