Ancient Greek · ~3 min
Book 3, Chapter 50
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.50.3
Not analysed yet
οὐ μέντοι τῆς αὐτῆς μετριότητος ἔτυχον, ἧς Νωμεντανοί τε καὶ Κρουστομερῖνοι, ἀλλʼ ὅπλά τε ὁ βασιλεὺς ἀφείλετο καὶ εἰς χρήματα ἐζημίωσε καὶ φρουρὰν κατέλιπεν ἐν τῇ πόλει τὴν ἱκανὴν ἄρχειν τε αὐτῶν ἔταξε τὴν ἀνυπεύθυνον ἀρχὴν διὰ βίου Ταρκύνιον Ἄρροντα τὸν ἴδιον ἀδελφιδοῦν, ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος οὔτε τῶν πατρῴων οὔτε τῶν τοῦ πάππου χρημάτων τὴν προσήκουσαν ἐκληρονόμησε μοῖραν καὶ διὰ ταύτην τὴν αἰτίαν Ἠγέριος ἐπωνομάσθη. τοὺς γὰρ ἀπόρους καὶ πτωχοὺς οὕτως ὀνομάζουσι Ῥωμαῖοι. ἐξ οὗ δὲ παρέλαβε τὴν ἐκείνης τῆς πόλεως ἐπιμέλειαν αὐτός τε Κολλατῖνος ἐπεκλήθη καὶ πάντες οἱ ἀπʼ ἐκείνου γενόμενοι.