# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.50.5-6

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.50.5 to 3.50.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.50.5

οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀνδρείως ἀπομαχόμενοι πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν. τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
