Ancient Greek · ~2 min
Book 3, Chapter 50
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.50.7
Not analysed yet
ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.