Ancient Greek
Book 3, Chapter 52
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.52.2
Not analysed yet
ταχέων. Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα. κατʼ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρʼ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι·