Ancient Greek · ~2 min
Book 3, Chapter 53
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.53.3
Not analysed yet
ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής. Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος εὐθὺς ἐξ ἐφόδου. οἱ γὰρ ἐν αὐτῷ καταλειφθέντες οὔτε τὴν κατασχοῦσαν τοὺς σφετέρους συμφορὰν προεγνωκότες οὔτε τοὺς προσιόντας ἱππεῖς γνωρίσαι διὰ τὸ αἰφνίδιον τῆς ἐφόδου δυνηθέντες εἴασαν αὐτοὺς παρελθεῖν.