Ancient Greek
Book 3, Chapter 54
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.54.1
Not analysed yet
ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος· οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας. ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφʼ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν.