# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.55.1-2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.55.1 to 3.55.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.55.1

τῷ δʼ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφʼ ἑαυτοὺς προεγνωκότας. οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλʼ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε. γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δʼ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι. ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν Ῥωμαίων βασιλεύς, ἀλλʼ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπʼ οἴκου. γνώμη δʼ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἔαρος ἀρχομένου.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
