Ancient Greek
Book 3, Chapter 55
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.55.3
Not analysed yet
ἐπεὶ δὲ πάντα παρεσκεύαστο αὐτοῖς, πρότεροι μὲν ἐξῆλθον οἱ Σαβῖνοι Τυρρηνῶν ἔχοντες ἱκανὴν συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφʼ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα.