Ancient Greek · ~2 min
Book 3, Chapter 57
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.57.1
Not analysed yet
Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλʼ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι.