Ancient Greek · ~2 min
Book 3, Chapter 58
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.58.1
Not analysed yet
Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·