Ancient Greek · ~2 min
Book 3, Chapter 59
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.59.1
Not analysed yet
τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεως Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ. διʼ ἐκείνης γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντες ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡς συστρατευσομένων σφίσι τῶν Σαβίνων. αἱ γὰρ ἑξαετεῖς αὐτοῖς περὶ τῆς εἰρήνης πρὸς Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖς τῶν Σαβίνων πόθος ἦν ἐπανορθώσασθαι τὰς προτέρας ἥττας ἐπιτεθραμμένης ἐν ταῖς πόλεσι νεότητος ἱκανῆς.