Ancient Greek
Book 3, Chapter 59
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.59.4
Not analysed yet
τοιαύτης μέντοι συμφορᾶς πειραθέντες οἱ δυνατώτατοι τῶν ἐν ταῖς πόλεσιν ἔργον ἐποίησαν ἀνθρώπων φρονίμων. ἑτέραν γὰρ στρατιὰν ἐπʼ αὐτοὺς ἐξαγαγόντος βασιλέως Ταρκυνίου συναχθέντες εἰς μίαν ἀγορὰν περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι πρὸς αὐτὸν ἐψηφίσαντο καὶ πέμπουσι τοὺς πρεσβυτάτους ἄνδρας καὶ τιμιωτάτους ἐξ ἑκάστης πόλεως αὐτοκράτορας ἀποδείξαντες τῶν περὶ τῆς εἰρήνης ὁμολογιῶν.