Ancient Greek · ~2 min
Book 3, Chapter 6
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.6.1
Not analysed yet
Οὐιεντανοὶ καὶ Φιδηναῖοι μεγάλας καὶ πολυανθρώπους ἔχοντες πόλεις ἐπὶ μὲν τῆς Ῥωμύλου βασιλείας εἰς πόλεμον ὑπὲρ ἀρχῆς καὶ δυναστείας Ῥωμαίοις κατέστησαν, ἐν ᾧ πολλὰς ἀπολέσαντες δυνάμεις ἀμφότεροι καὶ χώρας ἀποδασμῷ ζημιωθέντες ὑπήκοοι τοῖς κεκρατηκόσιν ἠναγκάσθησαν γενέσθαι. περὶ ὧν ἐν τῇ πρὸ ταύτης δεδήλωκα γραφῇ τὸ ἀκριβές· ἐπὶ δὲ τῆς Νόμα Πομπιλίου δυναστείας εἰρήνης ἀπολαύσαντες βεβαίου πολλὴν ἔσχον ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐδαιμονίαν. τούτοις δὴ τοῖς ἀγαθοῖς ἐπαρθέντες ἐλευθερίας τε αὖθις ὠρέγοντο καὶ φρόνημα ἐλάμβανον ὑψηλότερον παρασκευάζοντό τε ὡς οὐκέτι Ῥωμαίων ἀκροώμενοι.