# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.60.2-3

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.60.2 to 3.60.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.60.2

ἀκούσατε νῦν, ἔφησεν, ἐφʼ οἷς καταλύσομαι τὸν πόλεμον δικαίοις καὶ τίνας ὑμῖν δίδωμι χάριτας· ἐγὼ Τυρρηνῶν οὔτε ἀποκτεῖναί τινα πρόθυμός εἰμι οὔτε φυγάδα ποιῆσαι τῆς πατρίδος οὔτε ἀφαιρέσει τῶν ὑπαρχόντων ζημιῶσαι τάς τε πόλεις ὑμῖν ἀφίημι πάσας ἀφρουρήτους καὶ ἀφορολογήτους καὶ αὐτονόμους πολιτείας τε κόσμον ἑκάστῃ φυλάττειν συγχωρῶ τὸν ἀρχαῖον. διδοὺς δὲ ταῦθʼ ὑμῖν ἓν οἴομαι δεῖν ἀνθʼ ὧν δίδωμι πάντων ὑπάρξαι μοι παρʼ ὑμῶν, τὴν ἡγεμονίαν τῶν πόλεων, ἧς κύριος μὲν ἔσομαι καὶ μὴ βουλομένων ὑμῶν ἕως ἂν κρατῶ τοῖς ὅπλοις, παρʼ ἑκόντων δὲ μᾶλλον ἢ παρʼ ἀκόντων τυχεῖν αὐτῆς βούλομαι. ταῦτʼ ἀπαγγέλλετε ταῖς πόλεσιν, ἐγὼ δὲ ὑμῖν ἐκεχειρίαν ἕως ἂν ἀφίκησθε παρέξειν ὑπισχνοῦμαι.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
