Ancient Greek
Book 3, Chapter 61
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.61.3
Not analysed yet
οὐ μὴν ἅπαντές γε συμφέρονται τοῖς ταῦτα λέγουσιν, ἀλλὰ παλαίτερον ἔτι τῆς Ταρκυνίου δυναστείας πελέκεις δώδεκα πρὸ τῶν βασιλέων φέρεσθαί φασι, καταστήσασθαι δὲ τὸ ἔθος τοῦτο Ῥωμύλον εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν. οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι, χρήσασθαι δʼ αὐτῷ πρῶτον Ῥωμύλον παρʼ ἐκείνων λαβόντα, κομισθῆναι δὲ Ταρκυνίῳ σὺν τοῖς ἄλλοις κόσμοις βασιλικοῖς καὶ τοὺς δώδεκα πελέκεις, ὥσπερ γε καὶ νῦν Ῥωμαῖοι τὰ σκῆπτρα καὶ τὰ διαδήματα δωροῦνται τοῖς βασιλεῦσι βεβαιοῦντες αὐτοῖς τὰς ἐξουσίας, ἐπεὶ καὶ μὴ λαβόντες γε παρʼ ἐκείνων ἔχουσιν αὐτά.