Ancient Greek · ~2 min
Book 3, Chapter 64
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.64.1
Not analysed yet
ἰδόντες δὲ τοὺς Ῥωμαίους οἱ Σαβῖνοι προθύμως ἐπὶ τὸν ἀγῶνα χωροῦντας ἐξῆγον καὶ αὐτοὶ τὰς δυνάμεις οὔτε πλήθει λειπόμενοι τῶν πολεμίων οὔτε ἀρετῇ καὶ συμπεσόντες ἐμάχοντο πᾶσαν ἀποδεικνύμενοι τόλμαν, ἕως ἦν αὐτοῖς εἷς μόνος ὁ πρὸς τοὺς ἀντιτεταγμένους ἀγών. ἔπειτα μαθόντες ἐπιόντα σφίσι κατὰ νώτου στρατὸν πολεμίων ἕτερον ἐν τάξει τε καὶ κόσμῳ χωροῦντα καταλιπόντες τὰ σημεῖα τρέπονται πρὸς φυγήν. ἦσαν δὲ Ῥωμαίων ἄνδρες ἐπίλεκτοι πεζοί τε καὶ ἱππεῖς οἱ κατόπιν ἐπιφανέντες τοῖς Σαβίνοις, οὓς ὁ Ταρκύνιος ἐν ἐπιτηδείοις χωρίοις διὰ νυκτὸς ἐλόχισε.