Ancient Greek · ~1 min
Book 3, Chapter 64
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.64.3
Not analysed yet
αἱ μὲν δὴ τῶν Σαβίνων πόλεις ὡς κατεστρατηγημέναι καὶ οὐκ ἀρετῇ τὴν νίκην ἀφῃρημέναι πρὸς τῶν πολεμίων, ἀλλὰ δόλῳ μείζονας αὖθις ἀποστέλλειν δυνάμεις παρεσκευάζοντο καὶ στρατηγὸν ἐμπειρότερον. ὁ δὲ Ταρκύνιος μαθὼν τὴν διάνοιαν αὐτῶν συνῆγε τὴν στρατιὰν διὰ τάχους καὶ πρὶν ἐκείνους ἅπαντας δὴ