# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.65.4-5

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.65.4 to 3.65.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.65.4

Σαβῖνοι γὰρ οὐχ ὡς πρότερον ἐκ διαδοχῆς, ἀλλʼ ἅμα πάντες οἱ στρατεύσιμον ἔχοντες ἡλικίαν ἐξῆλθον ἐπὶ τὸν πόλεμον, Ῥωμαῖοί τε σύμπαντες τὰς Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων συμμάχων δυνάμεις παραλαβόντες ἐχώρουν ὁμόσε τοῖς πολεμίοις. ὁ μὲν οὖν τῶν Σαβίνων στρατηγὸς διχῇ μερίσας τὰς δυνάμεις δύο ποιεῖται στρατόπεδα, ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς τρία ποιήσας τάγματα καὶ τρεῖς παρεμβολὰς οὐ μακρὰν ἀπʼ ἀλλήλων θέμενος αὐτὸς μὲν τῆς Ῥωμαϊκῆς ἡγεῖτο δυνάμεως, Ἀρρόντα δὲ τὸν ἀδελφιδοῦν τῆς Τυρρηνικῆς συμμαχίας ἀπέδειξε στρατηγόν·

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
