Ancient Greek · ~1 min
Book 3, Chapter 67
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.67.4
Not analysed yet
μοι γραφῇ. τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι παράξεις ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο λίθοις ἁμαξιαίοις εἰργασμένοις πρὸς κανόνα.