Ancient Greek · ~1 min
Book 3, Chapter 68
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.68.1
Not analysed yet
κατεσκεύασε δὲ καὶ τὸν μέγιστον τῶν ἱπποδρόμων Ταρκύνιος τὸν μεταξὺ τοῦ τε Αὐεντίνου καὶ τοῦ Παλλαντίου κείμενον πρῶτος ὑποστέγους ποιήσας περὶ αὐτὸν καθέδρας ʽτέως γὰρ ἑστῶτες ἐθεώρουνʼ ἐπʼ ἰκρίοις, δοκῶν ξυλίναις σκηναῖς ὑποκειμένων· καὶ διελὼν τοὺς τόπους εἰς τριάκοντα φράτρας ἑκάστῃ μοῖραν ἀπέδωκε μίαν, ὥστε ἐν τῇ προσηκούσῃ χώρᾳ καθεζόμενον ἕκαστον θεωρεῖν.