Ancient Greek · ~2 min
Book 3, Chapter 7
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.7.5
Not analysed yet
ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων· καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἕως ἡ μητρόπολις ἄρξῃ. ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων.