Ancient Greek · ~3 min
Book 3, Chapter 70
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.70.3
Not analysed yet
χωρίου βοτρύων. εὑρὼν δὲ μετʼ ὀλίγον τὰς ὗς ἐβούλετο μὲν ἀποδοῦναι τοῖς ἥρωσι τὴν εὐχήν, ἐν ἀπορίᾳ δὲ ἦν πολλῇ τὸν μέγιστον οὐ δυνάμενος ἐξευρεῖν βότρυν. ἀδημονῶν δʼ ἐπὶ τῷ πράγματι τοὺς θεοὺς ἠξίου διʼ οἰωνῶν φανερὸν αὐτῷ ποιῆσαι τὸ ζητούμενον. ἔπειτʼ ἐπελθὸν αὐτῷ κατὰ δαίμονα διχῇ νέμει τὸν ἀμπελῶνα, θάτερα μὲν αὐτοῦ λαμβάνων ἐκ δεξιᾶς, θάτερα δʼ ἐξ ἀριστερᾶς, ἔπειθʼ ὑπὲρ ἑκατέρου τῶν μερῶν τοὺς παρακειμένους οἰωνοὺς ἐσκόπει. φανέντων δʼ ἐπὶ θατέρου μέρους ὀρνίθων, οἵων αὐτὸς ἐβούλετο, πάλιν ἐκεῖνο διχῇ διῄρει τὸ χωρίον καὶ τοὺς ὄρνιθας διέκρινε τοὺς παραγινομένους κατὰ τὸ αὐτό. ταύτῃ χρώμενος τῇ διαιρέσει τῶν τόπών καὶ τὴν ἐσχάτην ὑπὸ τῶν ὀρνίθων ἀποδειχθεῖσαν ἄμπελον ὑπελθὼν εὑρίσκει βότρυος ἄπιστόν τι χρῆμα καὶ αὐτὸν φέρων ἐπὶ τὴν καλιάδα τῶν ἡρώων ὁρᾶται πρὸς τοῦ πατρός.