# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.73.2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.73.2

νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι. οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
