Ancient Greek
Book 3, Chapter 8
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.8.2
Not analysed yet
ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, διʼ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων. ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθʼ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφʼ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδʼ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλʼ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο.