# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.8.5

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.8.5

τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δʼ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρʼ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι. εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
