Ancient Greek · ~1 min
Book 3, Chapter 9
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.9.5
Not analysed yet
πῶς οὖν γενήσεται τούτων ἑκάτερον; οὐκ ἐὰν γράψωμεν αὐτὰ ἐν ταῖς ὁμολογίαις οὐδʼ ἐὰν ὀμόσωμεν ἀμφότεροι καθʼ ἱερῶν, ʽμικραὶ γὰρ αὗταί γε αἱ φυλακαὶ καὶ ἀσθενεῖσʼ ἀλλʼ ἐὰν κοινὰς ἡγησώμεθα τὰς ἀλλήλων τύχας. ἓν γάρ ἐστι μόνον, ὦ Φουφέττιε, λύπης ἀνθρωπίνης ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς γινομένης ἄκος, τὸ μηκέτι τοὺς φθονοῦντας ἀλλότρια τὰ τῶν φθονουμένων ἀγαθὰ ἡγεῖσθαι.