Ancient Greek · ~1 min
Book 4, Chapter 2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 4.2.3
Not analysed yet
μιχθέντος δή τινος αὐτῇ θεῶν ἢ δαιμόνων καὶ μετὰ τὴν μίξιν ἀφανισθέντος εἴθʼ Ἡφαίστου καθάπερ οἴονταί τινες εἴτε τοῦ κατʼ οἰκίαν ἥρωος, ἐγκύμονα γενέσθαι καὶ τεκεῖν τὸν Τύλλιον ἐν τοῖς καθήκουσι χρόνοις. τοῦτο τὸ μύθευμα οὐ πάνυ τι πιστὸν εἶναι δοκοῦν ἑτέρα τις ἐπιφάνεια θεία γενομένη περὶ τὸν ἄνδρα θαυμαστὴ