Ancient Greek · ~2 min
Book 4, Chapter 3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 4.3.2
Not analysed yet
ἔτη δὲ γεγονὼς εἴκοσι μάλιστα τῆς συμμαχικῆς στρατηγὸς ἀπεδείχθη δυνάμεως, ἣν Λατῖνοι ἔπεμψαν, καὶ συγκατεκτήσατο βασιλεῖ Ταρκυνίῳ τὴν τῶν Τυρρηνῶν ἀρχήν· ἔν τε τῷ πρὸς Σαβίνους πολέμῳ τῷ πρώτῳ συστάντι τῶν ἱππέων ἀποδειχθεὶς ἡγεμὼν ἐτρέψατο τοὺς τῶν πολεμίων ἱππεῖς καὶ μέχρι πόλεως Ἀντέμνης ἐλάσας τἀριστεῖα καὶ ἐκ ταύτης τῆς μάχης ἔλαβεν· ἑτέρας τε πολλὰς πρὸς τὸ αὐτὸ ἔθνος ἀγωνισάμενος μάχας τοτὲ μὲν ἱππέων ἡγούμενος, τοτὲ δὲ πεζῶν ἐν ἁπάσαις ἐφάνη ψυχὴν ἄριστος καὶ πρῶτος ἐστεφανοῦτο τῶν ἄλλων.