Ancient Greek · ~2 min
Book 4, Chapter 3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 4.3.4
Not analysed yet
καὶ διὰ ταῦτα Ῥωμαῖοι μὲν αὐτὸν ἐκ τοῦ δήμου μεταγαγεῖν ἠξίωσαν εἰς τοὺς πατρικίους ψῆφον ἐπενέγκαντες, ὥσπερ Ταρκύνιόν τε πρότερον καὶ ἔτι πρὸ τούτου Νόμαν Πομπίλιον· ὁ δὲ βασιλεὺς κηδεστὴν ἐποιήσατο τὴν ἑτέραν τῶν θυγατέρων ἐγγυήσας, καὶ πάνθʼ ὅσα διὰ νόσους ἢ διὰ γῆρας ἀδύνατος ἦν ἐπιτελεῖν, διʼ ἑαυτοῦ τούτῳ πράττειν ἐπέσκηπτεν, οὐ μόνον τὸν ἴδιον οἶκον ἐπιτρέπων, ἀλλὰ καὶ τὰ κοινὰ τῆς πόλεως διοικεῖν ἀξιῶν. ἐν οἷς ἅπασιν ἐξητάσθη πιστὸς καὶ δίκαιος, καὶ οὐδὲν ᾤοντο διαφέρειν οἱ δημόται Ταρκύνιον ἐπιμελεῖσθαι τῶν κοινῶν ἢ Τύλλιον· οὕτως ἐξεθεραπεύθησαν ὑπʼ αὐτοῦ ταῖς εὐεργεσίαις.