Ancient Greek · ~2 min
Book 4, Chapter 4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 4.4.5
Not analysed yet
ταῦτʼ οὖν ἐνθυμουμένους ἡμᾶς δεῖ μὴ περιορᾶν τοὺς ἐκεῖνον ἀποκτείναντας ἄνδρας ἀνοσίους καὶ πᾶσιν ἡμῖν ἐχθροὺς τοσαύτην ἀρχὴν κτησαμένους, ἀλλʼ ἐναντιοῦσθαι καὶ κωλύειν νῦν μὲν ἀπάτῃ καὶ δόλῳ χρησαμένους· τούτων γὰρ ἐν τῷ παρόντι δεῖ· ὅταν δὲ τὰ πρῶτα ἡμῖν χωρήσῃ κατὰ νοῦν, τότε καὶ ἐκ τοῦ φανεροῦ πάσῃ δυνάμει καὶ μεθʼ ὅπλων αὐτοῖς ὁμόσε χωροῦντας, ἐὰν ἄρα καὶ τούτων δέῃ. ἀλλʼ οὐ δεήσει βουληθέντων ἡμῶν πράττειν νῦν ἃ δεῖ.