Ancient Greek · ~3 min
Book 4, Chapter 4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 4.4.7
Not analysed yet
πολλάκις ἤδη καὶ πρότερον ἐπετροπεύθη. ὅταν δὲ τὸν παρόντα κίνδυνον διασκεδάσωμεν, οὐδὲν γὰρ ἔτι τῶν ἐχθρῶν ἰσχυρόν ἐστι ζῆν τοῦ βασιλέως ἀγγελλομένου, παραλαβὼν σὺ τάς τε ῥάβδους καὶ τὴν τῶν ὅπλων ἐξουσίαν κάλει τοὺς βουλεύσαντας ἀποκτεῖναι Ταρκύνιον ἐπὶ τὸν δῆμον ἀπὸ τῶν Μαρκίου παίδων ἀρξάμενος καὶ πρόθες αὐτοῖς δίκας· τιμωρησάμενος δὲ τούτους ἅπαντας, ἐὰν μὲν ὑπομείνωσι τὰς κρίσεις, θανάτοις, ἐὰν δʼ ἐρήμους ἀφῶσιν, ὃ μᾶλλον αὐτοὺς οἶμαι ποιήσειν, ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων, καθίστασʼ ἤδη τὰ περὶ τὴν ἀρχὴν ὁμιλίαις τε φιλανθρώποις τὸ πλῆθος ἀναλαμβάνων καὶ τοῦ μηδὲν ἀδίκημα γενέσθαι πολλὴν ἔχων φροντίδα καὶ τοὺς ἀπόρους τῶν πολιτῶν εὐεργεσίαις τισὶ καὶ δωρεαῖς ὑπαγόμενος· ἔπειθʼ ὅταν ἡμῖν καιρὸς εἶναι δοκῇ, τότε λέγωμεν ἀποτεθνηκέναι