Ancient Greek · ~2 min
Book 4, Chapter 6
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 4.6.1
Not analysed yet
βούλομαι δʼ ἐπιστήσας τὸν ἑξῆς λόγον ἀποδοῦναι τὰς αἰτίας, διʼ ἃς οὔτε Φαβίῳ συγκατεθέμην οὔτε τοῖς ἄλλοις ἱστορικοῖς, ὅσοι γράφουσιν υἱοὺς εἶναι τοὺς καταλειφθέντας παῖδας ὑπὸ Ταρκυνίου, ἵνα μή τινες τῶν ἐκείναις ἐντυχόντων ταῖς ἱστορίαις σχεδιάζειν με ὑπολάβωσιν οὐχ υἱοὺς, ἀλλʼ υἱωνοὺς αὐτοῦ γράφοντα τοὺς παῖδας. παντάπασι γὰρ ἀπερισκέπτως καὶ ῥᾳθύμως οἱ συγγραφεῖς περὶ αὐτῶν ταύτην ἐξενηνόχασι τὴν ἱστορίαν οὐδὲν ἐξητακότες τῶν ἀναιρούντων αὐτὴν ἀδυνάτων τε καὶ ἀτόπων· ὧν ἕκαστον ἐγὼ πειράσομαι ποιῆσαι φανερὸν διʼ ὀλίγων.