Ancient Greek
ἰδιωτικοὶ γνήσιοι
Dionysius of Halicarnassus, Περὶ Δεινάρχου ἰδιωτικοὶ γνήσιοι
Not analysed yet
κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες. κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες. πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες. πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται. κατὰ Ποσειδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες. κατὰ Ἡδύλης ἀποστασίου· καταλιπόντος †ἐνοτίου πατρός. ἀποστασίου πρὸς Αρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες δικασταί, οὐ πένης ὤν. Ὁ ὕστερος· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες. Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι αἱ Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα. ὑπὲρ τοῦ Μνησικλέους κλήρου· δικαίαν, ὦ ἄνδρες, δέησιν. κατὰ Προξένου ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες. Ἀπολογία πληγῶν, ἔδει δʼ ἐπιγεγράφθαι γεγράφθαι ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην· τὸν θαυμαστόν, ὦ ἄνδρες. κατὰ Κλεομέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή. πρὸς Διοσκουρίδην περὶ νεώς· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί. περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες. ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες. Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως. κατὰ Θεοδώρου ψευδομαρτυριῶν· νομίζομεν, ὦ ἄνδρες. Ἀγάθωνι συνηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων. ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες. κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος. ὑπὲρ υἱοποιήτου, ἔδει δʼ ἐπιγεγράφθαι ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν· βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον. περὶ τοῦ Ἀρχεφῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων.