# Περὶ Δεινάρχου ἰδιωτικοὶ γνήσιοι

Dionysius of Halicarnassus, Περὶ Δεινάρχου, ἰδιωτικοὶ γνήσιοι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-5/%E1%BC%B0%CE%B4%CE%B9%CF%89%CF%84%CE%B9%CE%BA%CE%BF%E1%BD%B6%20%CE%B3%CE%BD%CE%AE%CF%83%CE%B9%CE%BF%CE%B9

κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες. κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες. πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες. πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται. κατὰ Ποσειδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες. κατὰ Ἡδύλης ἀποστασίου· καταλιπόντος † ἐνοτίου πατρός. ἀποστασίου πρὸς Αρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες δικασταί, οὐ πένης ὤν. Ὁ ὕστερος· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες. Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι αἱ Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα. ὑπὲρ τοῦ Μνησικλέους κλήρου· δικαίαν, ὦ ἄνδρες, δέησιν. κατὰ Προξένου ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες. Ἀπολογία πληγῶν, ἔδει δʼ ἐπιγεγράφθαι γεγράφθαι ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην· τὸν θαυμαστόν, ὦ ἄνδρες. κατὰ Κλεομέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή. πρὸς Διοσκουρίδην περὶ νεώς· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί. περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες. ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες. Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως. κατὰ Θεοδώρου ψευδομαρτυριῶν· νομίζομεν, ὦ ἄνδρες. Ἀγάθωνι συνηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων. ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες. κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος. ὑπὲρ υἱοποιήτου, ἔδει δʼ ἐπιγεγράφθαι ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν· βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον. περὶ τοῦ Ἀρχεφῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων.

---

Dionysius of Halicarnassus, Περὶ Δεινάρχου, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg009.local001/.
