# Λυσίας συρακούσιος πατρόθεν 10

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-8/10

ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα καὶ πάνθʼ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· διʼ ὄχλου γὰρ ἤδη τοῦτό γε καὶ οὐδείς ἐστιν ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. ὥστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος. πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα τοῦ χρόνου στοχαζόμενος ἐάσω, μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην καὶ μόνην αὐτὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι, ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ καὶ παρʼ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. τίς δʼ ἐστὶν ἥδε ἡ ἀρετή; ἡ πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι κἀπʼ ἴσης χάρις, πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. ῥᾷστον μὲν γάρ ἐστιν ὀφθῆναι καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν, χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι καὶ οὐδὲ τοῖς. κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.

---

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg003.local001/.
