# Λυσίας συρακούσιος πατρόθεν 26

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-8/26

ἵνα δὲ καὶ ὁ τῶν ἀποδείξεων χαρακτὴρ καταφανὴς γένηται, θήσω καὶ τὰ ἐπὶ τούτοις λεγόμενα. τὰς μὲν οὖν ἰδίας πίστεις, ὡς οὐ πολλῶν ἔτι λόγων δεομένας, δι’ αὐτῶν βεβαιοῦται τῶν μαρτύρων οὐδὲν ἕτερον ἢ τοῦτο εἰπών· πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες. τὰ δὲ τοῦ ἀντιδίκου δίκαια διχῇ νείμας, ὡς τὰ μὲν ὁμολογήσαντος αὐτοῦ λαβεῖν καὶ εἰς τὰς τροφὰς τῶν ὀρφανῶν ἀνηλωκέναι σκηψαμένου, τὰ δὲ ἐξάρνου γενηθέντος εἰληφέναι κἄπειτα ἐλεγχθέντος, ὑπὲρ ἀμφοτέρων ποιεῖται τὸν λόγον τὰς δαπάνας οὐχ ἃς ἐκεῖνος ἀπέφηνε γενέσθαι λέγων καὶ περὶ τῶν ἀμφιβόλων τὰς πίστεις ἀποδιδούς·

---

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg003.local001/.
