# Λυσίας συρακούσιος πατρόθεν 29

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-8/29

ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην. ἔπεμψε γὰρ δὴ θεωροὺς εἰς τὴν πανήγυριν ὁ Διονύσιος ἄγοντας θυσίαν τῷ θεῷ, μεγαλοπρεπής τε καταγωγὴ τῶν θεωρῶν ἐγένετο ἐν τῷ τεμένει καὶ πολυτελής, ἵνα θαυμασθείη μᾶλλον ὁ τύραννος ὑπὸ τῆς Ἑλλάδος. ταύτην λαβὼν τὴν ὑπόθεσιν τοιαύτην πεποίηται τὴν ἀρχὴν τοῦ λόγου·

---

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg003.local001/.
