# Λυσίας συρακούσιος πατρόθεν 32

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-8/32

ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Ἀθήνησι. τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν, δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου γνώμην εἰσηγήσατο τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν μὴ πᾶσιν, ἀλλὰ τοῖς γῆν ἔχουσι παραδοῦναι, βουλομένων ταῦτα γενέσθαι καὶ Λακεδαιμονίων. ἔμελλον δὲ τοῦ ψηφίσματος τούτου κυρωθέντος πεντακισχίλιοι σχεδὸν Ἀθηναίων ἀπελαθήσεσθαι τῶν κοινῶν. ἵνα δὴ μὴ τοῦτο γένοιτο, γράφει τὸν λόγον τόνδε ὁ Λυσίας τῶν ἐπισήμων τινὶ καὶ πολιτευομένων. εἰ μὲν οὖν ἐρρήθη τότε, ἄδηλον· σύγκειται γοῦν ὡς πρὸς ἀγῶνα ἐπιτηδείως. ἔστι δὲ ὅδε·

---

Dionysius of Halicarnassus, Λυσίας συρακούσιος πατρόθεν, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg003.local001/.
