# Περὶ Θουκιδίδου 15

Dionysius of Halicarnassus, Περὶ Θουκιδίδου, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-9/15

εἰ μὲν οὖν ἐπὶ τῆς Ἀθηναίων πρεσβείας ἡ τὰ κεφάλαια τῶν γινομένων περιειληφυῖα δήλωσις ἤρκει, λόγων δὲ καὶ παρακλήσεων, αἷς ἐχρήσαντο οἱ πρέσβεις, οὐδὲν ἔδει, μήτε πεισθέντων μήτε δεξαμένων τὰς σπονδὰς Λακεδαιμονίων, τί δή ποτε οὐ τὴν αὐτὴν προαίρεσιν ἐφύλαξε καὶ ἐπὶ τῶν ἐκ τῆς Σπάρτης ἀφικομένων εἰς τὰς Ἀθήνας; οὐδὲ γὰρ ἐκεῖνοι διαπραξάμενοι τὴν εἰρήνην ἀπῆλθον. εἰ δʼ ἀκριβῶς ἔδει ταῦτα εἰρῆσθαι, διὰ τί παρέλιπε ῥᾳθύμως ἐκεῖνα; οὐ γὰρ δή γε ἀσθενείᾳ δυνάμεως ἐξείργετο περὶ ἀμφοτέρων τοὺς ἐνόντας εὑρεῖν τε καὶ ἐξειπεῖν λόγους. εἰ δὲ δὴ κατὰ λογισμόν τινα τὴν ἑτέραν προείλετο πρεσβείαν ἐξεργάσασθαι, οὐκ ἔχω συμβαλεῖν, κατὰ τί τὴν Λακωνικὴν προέκρινε τῆς Ἀττικῆς μᾶλλον, τὴν ὑστέραν τοῖς χρόνοις ἀντὶ τῆς προτέρας καὶ τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας καὶ τὴν ἐπʼ ἐλάττοσι κακοῖς γενομένην ἀντὶ τῆς ἐπὶ μείζοσι. πόλεών τε ἁλώσεις καὶ κατασκαφὰς καὶ ἀνδραποδισμοὺς καὶ ἄλλας τοιαύτας συμφορὰς πολλάκις ἀναγκασθεὶς γράφειν ποτὲ μὲν οὕτως ὠμὰ καὶ δεινὰ καὶ οἴκτων ἄξια φαίνεσθαι ποιεῖ τὰ πάθη, ὥστε μηδεμίαν ὑπερβολὴν μήτε ἱστοριογράφοις μήτε ποιηταῖς καταλιπεῖν· ποτὲ δὲ οὕτως ταπεινὰ καὶ μικρά, ὥστε μηδʼ εἰς αἴσθησιν δεινῶν τι πεσεῖν γνώρισμα τοῖς ἀναγινώσκουσι τὸν ἄνδρα. λέγων τε ἃ περὶ τῆς Πλαταιέων πόλεως εἴρηκε καὶ περὶ τῆς Μυτιληναίων καὶ περὶ τῆς Μηλίων, οὐδὲν δέομαι τὰς λέξεις ἐκείνας φέρειν, ἐν αἷς ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξείργασται τὰς συμφορὰς αὐτῶν. ἐν αἷς δʼ ἐπιτρέχει καὶ μικρὰ ποιεῖ τὰ πάθη αὐτῇ κατὰ πολλοὺς τόπους τῆς ἱστορίας, τούτων μνησθήσομαι· περὶ δὲ τοὺς αὐτοὺς χρόνους τούτους Σκιωναίους Ἀθηναῖοι ἐκπολιορκήσαντες ἀπέκτειναν τοὺς ἡβῶντας, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν καὶ τὴν γῆν Πλαταιεῦσιν ἔδωκαν νέμεσθαι. καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν· καὶ τὴν ἄλλην ὁμολογίᾳ κατέστησαν, Ἑστιαιεῖς δʼ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον. ἀνέστησαν δὲ Αἰγινήτας τῷ αὐτῷ χρόνῳ τούτῳ ἐξ Αἰγίνης Ἀθηναῖοι αὐτούς τε καὶ γυναῖκας καὶ παῖδας, ἐπικαλέσαντες οὐχ ἥκιστα τοῦ πολέμου σφίσιν αἰτίους εἶναι· καὶ τὴν Αἴγιναν ἀσφαλέστερον ἐφαίνετο τῇ Πελοποννησίων ἐπικειμένην αὑτῶν πέμψαντες ἐποίκους ἔχειν.

---

Dionysius of Halicarnassus, Περὶ Θουκιδίδου, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg010.local001/.
