Ancient Greek · ~16 min
Section 54
Dionysius of Halicarnassus, Περὶ Θουκιδίδου 54.1
Not analysed yet
θήσω δʼ ἐξ ἀμφοτέρων παραδείγματα, πολλῶν ὄντων ὀλίγα καὶ τοῖς ἀνεγνωκόσι τὸν ἄνδρα ἀρκοῦντα. ἔστι δή τις αὐτῷ δημηγορία τὴν μὲν ὑπόθεσιν ἔχουσα περὶ τοῦ πρὸς βασιλέα πολέμου, παρακαλοῦσα δὲ τοὺς Ἀθηναίους μὴ προχείρως αὐτὸν ἄρασθαι, ὡς οὔτε τῆς οἰκείας αὐτῶν δυνάμεως ἀξιομάχου πρὸς τὴν τοῦ βασιλέως ὑπαρχούσης οὔτε τῆς συμμαχικῆς πιστῶς καὶ βεβαίως τῶν κινδύνων ἀντιληψομένης· παρακαλεῖ τε αὐτοὺς παρασκευασαμένους τὴν ἑαυτῶν δύναμιν φανεροὺς εἶναι τοῖς Ἕλλησιν, ὅτι τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας κίνδυνον ὑπομενοῦσιν, ἐάν τις ἐπʼ αὐτοὺς ἴῃ· πρὸ δὲ τοῦ παρασκευάσασθαι πρέσβεις οὐκ ἐᾷ πρὸς τοὺς Ἕλληνας ἀποστέλλειν τοὺς καλέσοντας αὐτοὺς ἐπὶ τὸν πόλεμον, ὡς οὐχ ὑπακουσομένους. τοῦτο λαβὼν τὸ νόημα κατεσκεύακέν τε καὶ ἐσχημάτικεν οὕτως· τότε δέ, ἐὰν ἄρα ἃ νῦν οἰόμεθα ἡμεῖς πράττητε, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ ἑαυτῷ φρονεῖ, ὅστις ὁρῶν χιλίους ἱππέας, ὁπλίτας δὲ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι· οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητε ἐφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρασκευάσασθαι τὰ ὑμέτερα αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντας ἔστι. ταῦτα ἐξήλλακται μὲν ἐκ τῆς πολιτικῆς καὶ συνήθους τοῖς πολλοῖς ἀπαγγελίας, καὶ κρείττονά ἐστιν ἢ κατὰ τὸν ἰδιώτην· οὐ μὴν ἐσκότισταί γε οὐδὲ ἀσαφῆ γέγονεν ὥστε ἐξηγήσεως δεῖσθαι. ἀρξάμενός τε ὑπὲρ τῆς παρασκευῆς λέγειν ταῦτα ἐπιτίθησιν· ἔστι δὲ πρῶτον τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς, ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα. ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὅσα μὲν πώποτε ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποτε ὑμᾶς ἐξέφυγεν· ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δὲ ἀπεβλέψατε εἰς ἀλλήλους, ὡς αὐτὸς μὲν οὐ ποιήσων, τὸν δὲ πλησίον τὰ δέοντα πράξοντα, οὐδὲν πώποτε ὑμῖν ἐγένετο. καὶ γὰρ ἐνταῦθα πέπλεκται μὲν ἡ διάνοια πολυπλόκως, λέλεκται δʼ ἐκ τῆς κοινότητος εἰς τὴν ἀσυνήθη φράσιν ἐκβεβηκότα, φυλάττεται δὲ τὸ περιττὸν αὐτῶν ἐν τῷ σαφεῖ. ἐν δὲ τῇ μεγίστῃ τῶν κατὰ Φιλίππου δημηγοριῶν καὶ τὴν ἀρχὴν εὐθὺς οὕτως κατεσκεύακεν· πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν, περὶ ὧν Φίλιππος ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ· καὶ πάντων οἷδʼ ὅτι φησάντων γʼ ἄν, εἰ μὴ καὶ ποιοῦσι τοῦτο, καὶ λέγειν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προεἱμένα ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δέ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατα ἔμελλε τὰ πράγματα ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· εἶτʼ οἴεσθε, εἰ μὲν αὐτὸν μηδὲν ἐποίησαν κακόν, μὴ παθεῖν δὲ φυλάξαιντο ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δʼ ἐκ προρρήσεως πολεμήσειν, καὶ ταῦθʼ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε; ἐν δὲ τῷ κρατίστῳ τῶν δικανικῶν, τῷ περὶ τοῦ στεφάνου γραφέντι λόγῳ τῆς Φιλίππου δεινότητος, ᾗ κατεστρατηγήκει τὰς πόλεις, μνησθεὶς οὕτω τὴν διάνοιαν ἐσχημάτικεν· καὶ οὐκέτι προστίθημι, ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος ὁ Φίλιππος ἔστιν ἰδεῖν, ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος πρὸς ὑμᾶς ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς ἐκομίσασθε. καὶ ἐν οἷς τοὺς προδιδόντας τῷ Φιλίππῳ τὰ πράγματα πάντων αἰτίους ἀποφαίνει τῶν συμβεβηκότων τοῖς Ἕλλησι κακῶν, κατὰ λέξιν οὕτως γράφει· καίτοι νὴ τὸν Ἡρακλέα καὶ πάντας θεούς, εἴ γʼ ἐπʼ ἀληθείας δέοι σκοπεῖσθαι ἢ τὸ καταψεύδεσθαι καὶ διʼ ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου, τίνες ὡς ἀληθῶς ἦσαν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες, τοὺς ὁμοίους τούτῳ παρʼ ἑκάστῃ τῶν πόλεων εὕροιτʼ ἄν, οὐχὶ τοὺς ἐμοί· οἳ ὅτʼ ἦν ἀσθενῆ τὰ Φιλίππου πράγματα καὶ κομιδῇ μικρά, πολλάκι προλεγόντων ἡμῶν καὶ παρακαλούντων καὶ διδασκόντων τὰ βέλτιστα, τῆς ἰδίας ἕνεκʼ αἰσχροκερδείας τὰ κοινῇ συμφέροντα προἵεντο, τοὺς ὑπάρχοντας ἑκάστοις πολίτας ἐξαπατῶντες καὶ διαφθείροντες, ἕως δούλους ἐποίησαν.