# Ἐπιστολὴ πρὸς Ἀμμαῖον 3

Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Ἀμμαῖον, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text/3

οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος, ὦ φίλε Ἀμμαῖε, οὐδʼ ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθʼ ἑτέρας τινὰς εἰσαγωγάς· ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ δοκοῦντά μοι· πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. ἐν δὲ τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανικοὺς καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλόσοφος τὰς ῥητορικὰς ἔγραψε τέχνας. ἀνάγκη δʼ ἴσως πρῶτον, ὡς παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξάμενοι, προειπεῖν. ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν ἀρχήν.

---

Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Ἀμμαῖον, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg008.local001/.
