Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..181-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..227
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..181-227
Not analysed yet
παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην·
ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται,
τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν·
ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα,
ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης.
Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα
ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες
βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην,
μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην.
Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου,
κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης,
οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων·
ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται,
νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο.
Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον,
Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων,
Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι.
Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει
βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη,
ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν·
ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης,
ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε
ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισιν.
Τάων δʼ ἀμφοτέρων μεσάτη πόλις ἐστηρικται,
ἥν ῥά τε κικλήσκουσι Νέην πόλιν· ἧς ὑπὲρ αἶαν
Λωτοφάγοι ναίουσι, φιλόξεινοι γεγαῶτες
ἔνθα ποτʼ αἰολόμητις ἀλώμενος ἦλθεν Ὀδυσσύς.
Κεῖνον δ᾿ αὖ περὶ χῶρον ἐρημωθέντα μέλαθρα
ἀνδρῶν ἀθρήσειας ἀποφθιμένων Νασαμώνων,
οὓς Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμή.
Ἀσβύσται δʼ ἰπὶ τοῖσι μεσήπειροι τελέθουσιν
καὶ τέμενος Λιβυκοῖο θεοῦ ψαμάθῳ ὑπὸ πολλῇ,
Κυρήνη τʼ εὔιππος, Ἀμυκλαίων γένος ἀνδρῶν·
ἄγχι δὲ Μαρμαρίδαι προνενευκότες Αἰγύπτοιο,
Γαίτουλοί τʼ ἐφύπερθε καὶ ἀγχίγυοι Νίγρητες.
Ἑξείης δʼ ἐπὶ τοῖσι Φαρούσιοι, ὧν ὑπὲρ αἶαν
ναίουσιν Γαράμαντες ἀπείριτοι· ἐν δὲ μυχοῖσι
βόσκοντʼ ἠπείροιο πανύστατοι Αἰθιοπῆες,
αὐτῷ ἐπʼ Ὠκεανῷ, πυμάτης παρὰ τέμπεα Κέρνης.
Τῶν πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι,
ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου,
ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπ’ ἀντολίην πολὺς ἕρπων,
Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης
ἐνναίται στρεφθέντα μετ᾿ οὔνομα Νεῖλον ἔθεντο.
Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος,
ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,
ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.