# Fragmenta 8

Dionysius Rhodius Sive Samius, Fragmenta, Dfhg-Source dfhg2_DIONYSIUS_RHODIUS_SIVE_SAMIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-rhodius-sive-samius/fragmenta/8

Σκύλλα θυγάτηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης τὸ μὲν μέγεθος θαυμαστή· εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἓξ, ἐν ἑκάστῳ δὲ στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δἐ πυροειδεῖς. Καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βύθου βεβλημένον, συμφυὲς οὖσα τῇ πέτρᾳ· τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. Ταύτην λέγεται τὸν Ἡρακλέα ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν ἀπληστευομένην, ἀνελεῖν· τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. Ἡ Ἱστορία παρὰ Διονυσίῳ.

---

DIONYSIUS RHODIUS SIVE SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2354.tlg002.local002/.
