# Epistulae 355.4-356.1

Dionysius, Epistulae, 355.4 to 356.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/355.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/355.4

ζ' Τῷ αὐτῷ. Οἱ κέραιοί σου κενοὶ μὲν ἦσαν ἀρβέντες, λυπηροὶ δὲ ἀνοιγθέντες· οὕτω καὶ ὀλίγον ἐν αὐτοῖς ὑπῆρχε καὶ πονηρόν. ὥστε, εἰ τοιαῦτα τιμᾷς, ἀμείνων ἂν εἴης ἀγνωμονῶν. η' Τῷ ἀρχοντι Ἱεραπόλεως. Οἱ τὰς ἀρχὰς ἐνδόξως μετιόντες, ὥσπερ ὑμεῖς, πλέον τοῦτου ἐπιτηδεύουσι τοὺς φίλους πλείους ποιείσθαι ἐν ταῖς ἀρχαῖς. γινώμεθα τοίνυν φίλοι τῆς μεγαλοπρεπείας τῆς σῆς ἐγὼ τε καὶ ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδοὺς, ἐγὼ μὲν ὡς γεγραφώς, ὁ δὲ ἑταῖρος Μόδεστος ὧν βούλεται βαδίως ἐπιτυχῶν. θ' Εὐστατίῳ. Ἄρα μὴ φαίνωμαι βραδὺς εἰς ἐπιστολὴν ἢ τοὐναντῖον καὶ ὀχληρός; ἀλλ' εἰ καὶ τὸ δεύτερον δοκοῖην, αὐτὸς αἴτιος ἐπιστέλλων ὅτι μετέωρος ἡ χάρις ἐστὶ τὴν ἐμὴν ἀπόκρισιν περιμένουσα. προσοδοχίαν ἐποιήσατε, συζευζάντες τὰ ἄθλα τοῖς ἐπιταγμάσιν; εἰ μὲν οὖν ὡς ἔχρῆν ἠγωνίσμεθα, καὶ λαμπρῶν αἰτούμεν τὴν δωρεάν· εἰ δὲ ἥττον ἐξελέξαμεν ἢ νομίζομεν, ἀλλ’ οὐ χειρὸν ἠβουλήθημεν ἥπερ ἐφάγημεν. βουλήσει δὲ ἴσως ἀπαντα χρίνεται. ἀπόδοτε τὴν σύνταξιν ἀνθρώποις ἢ δυναμένοις ἢ βουλομένοις, καὶ δότε πρόσφασιν δυνήσθαι τὴν φιλότιμον καὶ σωφρονάτην ἀρχήν, αὐτοὶ πρὸς ἕκαστον ὑψηγούμενοι τῶν πεπραγμένων.

---

Dionysius, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001155.
