# Epistulae 357.7-358.10

Dionysius, Epistulae, 357.7 to 358.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/357.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/357.7

κ'. Ἀμμωνίῳ. Ἄνδρα ἐπιεικῆ καὶ παρὰ τῆς ὕψους αὐτῆς μαρτυ-ρούμενον τὸν ἀναγνώστην Οὐλπιανὸν εἰ ποησάτω τὸ μέγεθος τὸ σόν, καὶ δι' ὑμᾶς αὐτοὺς καὶ δι' ἐμέ· δι' ὑμᾶς μὲν ὡς ἠγουμένους δεξιῶς, δι' ἐμὲ δὲ ὡς ἰκανὸν εἶναι νομίζοντα περὶ ὧν ἐπιστέλλω παρ' ὑμῖν. ἡ δὲ τῆς εὐεργεσίας αἰτία, φιλοπράγμονος ἀντιδίκου καὶ σπουδάζοντος ἐπικρατεῖν ἐλευθερωθῆναι. κα'. Ἀνθεμίῳ. φοιτηταί, διότι μὴ ταχὺ χαρίζονται, συχνότερον ἐπι-στέλλειν. τοῦτο μὲν οὖν, ᾧ μουσικώτατε, μὴ παύσηποιῶν, μηδὲ ἀφαιροῦ με τοῖς ἐμοῖς καρποῖς ἐντυγχά-νειν, ὑμετέραις ἐπιστολαῖς. ἃ δὲ ὑπὲρ ἐμοῦ πραχτέον,ἀφήμι τῷ θεῷ καὶ ὑμῖν, ὧν ἂν μὴ δοκοῖν ἀπειρόχαλοςεἶναι περὶ τῶν αὐτῶν πλειστάκις διαλεγόμενος. κη. Εὐσταθίῳ κοινίστορι. Καὶ προθυμία καὶ προσδοκία οὐ μικρὰ παρ’ ἡμῖν,πρῶτον μὲν ἰδεῖν ὑμᾶς, ἔπειτα δὲ καὶ εἰπεῖν εἰς ὑμᾶς.ἀλλὰ τὸ μὲν πρῶτον ἐν ὑμῖν, τὸ δὲ δεύτερον ἐν τῇπόλει κἄμοι, μᾶλλον δὲ καὶ τοῦτο ἐν ὑμῖν· οὐ γὰροὐ μικρὸν κώλυμα εἰς πανήγυριν πόλις ἀθυμοῦσα καὶπαιδευταὶ μετριάζειν οὐκ ἀνεγόμενοι.

---

Dionysius, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001155.
