# Epistulae 361.4-362.2

Dionysius, Epistulae, 361.4 to 362.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/361.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/361.4

μδ’. Ἰουλιανῷ. Ἐπεδήμησέ τις ἡμῖν ἐκ τῆς ὑμετέρας καὶ τὸν υἱὸν ἐπαγόμενος ἐπὶ λόγους. ἐγὼ δὲ ἰδὼν ἄνδρα λίαν εὐγερεῖ καὶ ὡς ἂν τύχῃ ταῖς ἀπάταις ἀγόμενον, ἐμμένειν δὲ οἷς ἐπήγγειλεν οὐ δυνάμενον, ἠρώτων τί τοῦνομα εἴη τῷ ξένῳ. τῶν παρόντων δὲ τις εἰδέναι δοκῶν « Μακάριος » ἔφησεν, ἐγὼ δὲ ὡς ἤκουσα τὸ Μακάριος, « πᾶν γε » ἔφη, « εἴπερ οὐκ ἐπεδήμησεν. » με’. Τῷ αὐτῷ. Ἐπέστειλά σοι γαμοῦντι, καὶ συγγνώμην ἔχω μετὰ τὸν γάμον σιγῶντι· οὐδὲ γὰρ ἐστιν, ὡς δοκεῖν, οὐδεὶς παρηγορία δεδεμένῳ γυναικείαις ἀπάταις; μζ’. Ρούφῳ σχολαστικῷ. Λόγος ἐστὶ παλαιός, μὴ βαδίως Κίλικας ἀληθεύειν, καὶ δεδούκα μὴ Κιλίκιαν ἰδὼν ἐκινώνησας αὐτὴν καὶ τῶν τρόπων. ποῦ γὰρ τὰ γράμματα, ποῦ δὲ τὸ συνεχῶς ἐπιστέλλειν; ἢ οὐχ αὕτη μὲν ἦν ἡ ὑπόσχεσις, μεμύνηκε δὲ λόγος ὑπόσχεσις, ἐμὲ μὲν λυπεῖσθαι ποιῶν, σὲ δὲ Κίλικα δεῖκνύων; μγ´. Σπουδῇ τὴν ἐπιστολὴν ἐποίησα ταύτην, ἐπειδὴ κατεῖχε ἀσχολία περὶ τὸν λόγον τοὺς γράφοντας. τῷ μὲν οὖν τάχει σύγγνωτε τῶν γραμμάτων, τῷ λόγῳ δὲ συμπράξατε, τοῦτο μὲν ὅτι μακρὰν πορείαν ἔχεται χελευσάντων ἡμῶν, τοῦτο δὲ ὅτι παῖς φιλούςτος ἐστι. μεινᾶτω γοῦν παρ’ ὑμῖν. Ἐπὶ μεγίστῳ χέρδει, ὡς εἴωθε, τὴν πρὸς ὑμᾶς ἐποιούμην ἐπιστολήν· ἀντὶ γὰρ τῆς παρ’ ἐμοῦ τῆς μικρᾶς καὶ φαύλης ἐκείνης ἦλθεν ὑμετέρα καὶ σοφὴ καὶ μεγάλη καὶ σεμνότατα φέρουσα τῷ κεκτημένῳ. τί γὰρ εὐτυχέστερον ἢ τὴν εὐνοιαν τὴν ἡμετέραν ἐν γράμμασιν ἀναγινώσκει καὶ θεωρῆσαι τοῖς ἔργοις;

---

Dionysius, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001155.
