# Epistulae 366.4-367.3

Dionysius, Epistulae, 366.4 to 367.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius/epistulae/366.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dionysius/epistulae/366.4

Ο. Ὅρᾶς ὅποσα δύναται σωφροσύνη καὶ τῶν ἀρετῶν ἡ σπουδή. προσήγαγέ σε θεός, πεποίηκεν οἰκειότερον, τοῖς ἀγίοις παρέστησεν ἀπορρήτως. μένε τοίνυν ταῦτα ἀκωὼν, καὶ ἡμᾶς ποίει βελτίους ἐξ ὧν συνήγαγες ἀρετῶν καὶ ὧν ἐν παρρησίαις ἔχεις εὐχῶν. ΟΑ. Εἰ καὶ ἄρχειν ἡμῶν ἐπὶ πλέον ὤκνησέ σου τὸ μέγεθος, ἀλλὰ τὸ γε φιλεῖν οὐκ ἀπέθετο, μένει δ’ ἔνδον τῇ γνώμῃ τὰ πρέποντα χαριζόμενον. Θεόπεμπτος τοίνυν ὁ εὐλαβέστατος πολλοχόθεν προσήκων ἐμοὶ δεῖται τοῦ μεγέθους τοῦ σοῦ· κἂν αὐτῷ συλλάβῃς τὰ δίκαια, ἐμοὶ τὴν χάριν ἐκτέλεις. ΟΒ. Ἄν γράφω σιγῆς, ἂν μὴ γράφω κατηγορεῖς, ἐγὼ δὲ πρὸς ἕκαστερον οὐκ ὀκνῶ καὶ ἀθμεῖν ὅτε σιγῆς καὶ γεγραφέναι μὲν πολλάκις, εἶναι δὲ ἐν ταῖς τῶν μὴ γραφόντων αἰτίαις. ἢ τοίνυν μίμησαί μου τὸ γράφειν ἢ σύγγνωθι σιωπῶν. εἰ μῆτε δεόμενοι πείθομεν μῆτε γράφοντες ἀναγκάζο- ἑμοὶ φίλη δὲ τῶν ἑορτῶν, ἥκε τὸ θάττον ἡμῖν· καὶ γὰρ ἀτοπον τὴν ἀπόδου μὲν πανταχοῦ φερομένην ὁρᾶν, τὴν δὲ σὴν εὐψυχίαν ἐπικαθευριζμένην ἀκούειν καὶ τῇ πρὸς τοὺς φίλους εὐνοίᾳ μηδαμοῦ κινουμένην. οζ. Ἡμαρτον ἐπιστέλλων, ἀπολογήσομαι σιωπῶν· τὰς γὰρ θεραπείας φασὶν ἀπὸ τῶν ἐναντίων συμβαίνειν χάν τοῖς νοσήμασι χάν τοῖς πράγμασι. πάλαι σε ἐνίκησεν ὁ παὶς καὶ τῷ τρόπῳ καὶ ταῖς ἐλπίσι τῶν λόγων. μεν; οζ'. Ὁ μὲν φθόνος οὐδὲν ἐπεχείρησε καινὸν ἀρετῇ πολεμῶν, τῷ δὲ χρείττονι χάρις ὅτι τοῦτον πανταχοῦ λελυπήκατε καὶ κρατεῖν οὐκ ἀρξάτε. ἂν μὲν οὖν αὐθὶς ὁρασύνται καὶ μελὴ φιλονεικῶν, τὴν περὶ ὑμᾶς δόξαν δόξαν μετὰ ἀληθείας αὐτῷ μαχομένην καὶ νικηθήσεται μηδαμοῦ δυναμένην· εἰ δὲ ἀξίων μὲν, ἐθελήσει δ' ὅμως παύσασθαι τῆς ἀναίδειας, τὶς μαρτυρία μείζων ἂν εἴη τῶν ἐν ὑμῖν ἀρετῶν ἢ ὅτι καὶ τὸν φθόνον πεποίηκατε σωφρονέστερον; εἴη δὲ τὴν φίλην οε'. ὑμῶν ἀεὶ νίκην συμπαρεῖναι, χάν συχοράντης ἐπὴ χάν πολέμιος. οη'. Τί μοι σιγῆς, ὦ φίλη κεφαλὴ καὶ κοσμεῖν ἰκανὴ

---

Dionysius, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001155.
