# Fragmenta 246.5

Dioscorides, Fragmenta, 246.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscorides/fragmenta-2/246.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dioscorides/fragmenta-2/246.5

Διὸ οὐδὲν θαυμαστὸν, τοὺς οὕτω τεθραμμένους ἀφλεγμόντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. Ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινὸν ἐστι καὶ εὐχρηστον καὶ κοινόν, τὸν σοφώτατον Νέστορα πεπύηκε Μαχάονι τῷ ἰατρῷ τετραμμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα — καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολυτρόφον — οὐ διψήσεως ἄκος, ἀλλ’ ἐμπορήσεως ἕνεκα· πεπωχότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· « Σὺ μὲν, φησὶ, καθήμενος πίνε. » Καὶ ἐπιξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμιον ποτοῦ ὄφον, ἵνα πλεῖον πίνη, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. Περὶ δὲ τοῦ Ἐκτορος Ἐκάβη, οἰομένη μένειν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας,

---

DIOSCORIDES, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001166.
